Τετάρτη, 11 Απριλίου 2012

ΜΗΝΥΜΑ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΕΠΙ ΤΗΙ ΕΟΡΤΗΙ ΤΟΥ ΠΑΣΧΑ 2012.

ΘΕΟΦΙΛΟΣ  Γ’

Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ
καί πάσης Παλαιστίνης
παντί τῷ πληρώματι τῆς Ἐκκλησίας, χάριν καί ἔλεος καί εἰρήνην
ἀπό τοῦ Παναγίου καί Ζωoδόχου Τάφου
τοῦ Ἀναστάντος Χριστοῦ.
«Χαῖρε  Σιών ἁγία,
μήτηρ τῶν Ἐκκλησιῶν, 
Θεοῦ κατοικητήριον˙
Σύ γάρ ἐδέξω πρώτη ἄφεσιν ἁμαρτιῶν,
διά τῆς Ἀναστάσεως».
(Στιχηρόν ἀναστάσιμον,
Ἑσπερινοῦ, ἤχου πλ. δ’).
 Ἰδού ἀνέτειλε καί πάλιν ἡμέρα ἑόρτιος, εὐφρόσυνος καί σωτήριος. Ἰδού ἐπέλαμψεν ἡμῖν ἡμέρα χαρᾶς καί ἀγαλλιάσεως. Ἰδού ἀπήγαυσε ἡμέρα φωτός ἀνεσπέρου διά τήν Ἐκκλησίαν τοῦ Χριστοῦ  καί τήν δημιουργίαν  ὅλην.
Ἡ Ἐκκλησία ἑορτάζει σήμερον ἐν χαρᾷ ἀνεκλαλήτῳ τήν ζωηφόρον καί λαμπροφόρον τοῦ Χριστοῦ Ἀνάστασιν. Ἡ Ἐκκλησία ἀναμιμνῄσκεται σήμερον ἐν εὐγνωμοσύνῃ καί εὐχαριστίᾳ βαθείᾳ τήν δωρεάν τοῦ Θεοῦ πρός τόν ἄνθρωπον. Ἡ Ἐκκλησία πανηγυρίζει τό γεγονός ὅτι ὁ ἱδρυτής αὐτῆς ὁ Μονογενής Υἱός καί Λόγος τοῦ Θεοῦ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, κατά τόν θεοφόρον τῆς Ἐκκλησίας Πατέρα Ἅγιον Γρηγόριον τόν Παλαμᾶν Ἀρχιεπίσκοπον Θεσσαλονίκης «ἠράσθη τῆς σωτηρίας τοῦ πλάσματος αὐτοῦ καί τήν ἀνακαίνισιν αὐτοῦ ἐπεξεργάσατο». Ὁ Χριστός, ἐνδυθείς τό ἀνθρώπινον, θάνατον ὑπέρ ἡμῶν ἑκουσίως ὑπέστη, «διά τοῦ σταυροῦ Αὐτοῦ ἦλθε χαρά ἐν ὅλῳ τῷ κόσμῳ».
Διά τοῦ σταυροῦ ὁ Κύριος ἡμῶν κατῆλθεν εἰς τόν ᾍδην. Εἰς τούς κευθμῶνας τοῦ ᾍδου συνήντησε τούς ἀπ’ αἰώνων δεσμίους, τούς προπάτορας ἡμῶν, Ἀδάμ καί Εὔαν καί τούς ἀπογόνους αὐτῶν. Συνήντησεν ὅλους ἐκείνους, οἱ ὁποῖοι ἄνευ Αὐτοῦ, ἄνευ τοῦ Χριστοῦ, ἐτελειώθησαν, τούς ζήσαντας ὑπό τήν σκιάν τοῦ νόμου Ἰουδαίους, δικαίους καί ἀδίκους, τούς θεράποντας τῆς φιλοσοφίας Ἕλληνας καί λατρευτάς τῶν εἰδώλων. Ὁ τίμιος Πρόδρομος, προλαβών τόν Χριστόν καί εἰς τόν ᾍδην, «διά τῆς ἀποτομῆς τῆς τιμίας αὐτοῦ κεφαλῆς, γεγονυίας οἰκονομίᾳ τινί θεϊκῇ, εἶχε ἤδη κηρύξει τοῖς ἐν ᾍδῃ τοῦ Σωτῆρος τήν ἔλευσιν».
Ὅλους αὐτούς,  πιστεύσαντας, ἠλευθέρωσε ὁ Χριστός τῆς τυραννίας τοῦ διαβόλου. Ἐχαρίσατο αὐτοῖς ζωήν τήν αἰώνιον. Παρέσχεν αὐτοῖς τήν ἐλευθερίαν ἐκ τῆς ζωῆς τοῦ σκότους καί τῆς βασάνου τῆς συνειδήσεως καί τήν ἀπόλαυσιν τῆς κοινωνίας καί τῆς θέας τοῦ προσώπου Αὐτοῦ καί τοῦ Πατρός Αὐτοῦ καί τοῦ Ἁγίου Πνεύματος Αὐτοῦ.
Ἀναστήσας ὁ Χριστός τούς ἐν ᾍδῃ, οὐκ ἔμεινεν εἰς τόν ᾍδην. Ὁ θάνατος οὐ κατίσχυσεν Αὐτοῦ. Ὁ ᾍδης οὐκ ἐκράτησεν Αὐτόν. Ὁ Θεός Πατήρ ἀνέστησε τόν Υἱόν Αὐτοῦ τόν ἄνθρωπον Ἰησοῦν. Ἡ θεία φύσις τοῦ Θεανθρώπου Χριστοῦ ἀνέστησε τήν ἀνθρωπίνην φύσιν Αὐτοῦ. Δεδοξασμένος καί λελαμπρυμένος ὁ Κύριος ἡμῶν διά τοῦ θανάτου τοῦ σταυροῦ Αὐτοῦ ἀνῆλθεν εἰς τήν γῆν, ἵνα ἡμᾶς τούς ζῶντας βεβαιώσῃ περί τοῦ ἔργου Αὐτοῦ τοῦ σωτηρίου καί εἰς τόν ᾍδην. «Προῆλθε ὡς ἐκ παστάδος τοῦ ὀλβίου τάφου τούτου», εἰς τόν ὁποῖον οἱ μαθηταί Αὐτοῦ ἐνεταφίασαν Αὐτόν, διαῤῥήξας τάς σφραγῖδας αὐτοῦ.
Τό μυστήριον τοῦτο, ἔργον τῆς πανσθενοῦς δυνάμεως τοῦ Θεοῦ, ὁ Χριστός εἰς τούς μύστας Αὐτοῦ ἐφανέρωσεν, εἰς τούς μαθητάς Αὐτοῦ καί ἀποστόλους καί εἰς τάς μυροφόρους γυναῖκας. Οὗτοι ἐλθόντες εἰς τόν τάφον, ζεῦγος φαεσφόρων ἀγγέλων ἐπ’ αὐτοῦ ἐθεάσαντο. Οἱ ἄγγελοι οὗτοι ἔνδοθεν τοῦ μνημείου «Ἰησοῦν τόν Ναζαρηνόν, τόν ἐσταυρωμένον, ἀναστάντα ἀνήγγειλαν» (Μάρκ. 16, 6). Τόν τάφον κενόν εἰς αὐτούς ἐπέδειξαν καί προέτρεψαν «νά ἴδωσι τά ἐντάφια σπάργανα καί δραμόντες νά κηρύξωσι εἰς τόν κόσμον ὅτι ἀνέστη ὁ Κύριος, θανατώσας τόν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων».
Μετά τήν Ἀνάστασιν Αὐτοῦ ὁ Ἀναστάς Κύριος «παρέστησεν ἑαυτόν ζῶντα τοῖς ἀποστόλοις ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς» (Πράξ. 1, 3), μετά ταῦτα δέ κατά τόν Ἅγιον Γρηγόριον τόν Παλαμᾶν «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν οὐρανοῖς, ποιήσας ὁμόθρονον ὡς ὁμόθεον τό ἀνθρώπινον ἡμῶν φύραμα».
Ἔκτοτε  ἐν τῇ δυνάμει τοῦ Σταυρωθέντος καί Ἀναστάντος οἱ πιστεύοντες εἰς Αὐτόν καθίστανται δημιουργοί ἔργων ἀγαθῶν καί ὠφελίμων, θαυμαστῶν καί ἐπαινετῶν ὑπέρ τοῦ πλησίον αὐτῶν. Ἔτι δέ μαρτυροῦν καί ἀποθνῄσκουν χάριν τοῦ ὀνόματος τοῦ Χριστοῦ. Ὑπερνικοῦν ἀνύποιστα βασανιστήρια καί τόν θάνατον ἀψηφοῦν. Τό αἷμα αὐτῶν προθύμως ὑπέρ Χριστοῦ ἐκχέουν. «Τά αἵματα τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων τούτων ὡς πορφύραν καί βύσσον ἡ Ἐκκλησία στολιζομένη», τήν δόξαν Χριστοῦ εἰς τόν κόσμον ἀναγγέλλει.
Τήν μαρτυρίαν ταύτην τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Ἐνανθρωπήσαντος, Σταυρωθέντος καί ἐκ νεκρῶν Ἀναστάντος μαρτυρεῖ ἡ Ἐκκλησία ἀνά τά πέρατα τῆς οἰκουμένης καί ἡ Ἐκκλησία Σιών τῆς Ἁγίας, ἡ Μήτηρ τῶν Ἐκκλησιῶν, ἡ «δεξαμένη πρώτη ἄφεσιν ἁμαρτιῶν διά τῆς Ἀναστάσεως», εἰς αὐτούς τούς τόπους, τούς ὁποίους  ἐπεσκέφθη καί τούς ὁποίους ἡγίασε διά τῆς παρουσίας Αὐτοῦ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἡ Ἐκκλησία Αὕτη καί ἡ ἐν Αὐτῇ Ἁγιοταφιτική Ἀδελφότης, ὡς ἐκπρόσωποι ὅλων τῶν ἀνά τόν κόσμον Ὀρθοδόξων διαφυλάττουν καί ἐπιδεικνύουν τούτους ὡς τεκμήρια τῆς ἐν Χριστῷ σεσαρκωμένης, ἐσταυρωμένης καί ἀναστημένης ἀληθείας.
Τοῦτο πράττει καί σήμερον ἡ Ἐκκλησία τῆς Ἁγίας Σιών κατά τήν λαμπροφόρον ταύτην ἀναστάσιμον νύκτα, ἱερουργοῦσα ἐπί τοῦ τόπου τῆς σταυρώσεως καί ἐπ’ αὐτοῦ τοῦ ζωοδόχου Τάφου, εἰς τόν ὁποῖον ἐτάφη καί ἐκ τοῦ ὁποίου ἀνέστη ὁ Ἀρχηγός τῆς σωτηρίας ἡμῶν Χριστός, ἐν μέσῳ χιλιάδων εὐλαβῶν προσκυνητῶν, «ἐξ ἑῴας καί θαλάσσης καί βορρᾶ καί νότου» ἐλθόντων. Εἰς τούτους, συμμάρτυρας τῆς ἀληθείας τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἡ Ἐκκλησία τῆς Ἁγίας Σιών εὔχεται τήν δύναμιν καί τήν εὐλογίαν τοῦ Σταυρωθέντος καί Ἀναστάντος Ἰησοῦ Χριστοῦ καί τήν χάριν τοῦ Παναγίου καί Ζωοδόχου Αὐτοῦ Τάφου.
Ἐν  τῇ  Ἁγία  Πόλει  Ἱερουσαλήμ   ΠΑΣΧΑ   2012.
Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν Εὐλογιῶν,
Διάπυρος πρός Κύριον Εὐχέτης,
ΘΕΟΦΙΛΟΣ Γ’
Πατριάρχης Ἱεροσολύμων

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου